Carregando vídeo…
Velocidade
Pausar em
Marcos

 1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.

 2καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.

 3Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·

4Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα.

 5ὁ δὲ Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·

6πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.

7ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος.

8ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα.

 9βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.

10καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.

11καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.

 12καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·

13καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

 14Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,

15ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω μηδὲ εἰσελθάτω τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ,

16καὶ ὁ εἰς τὸν ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.

 17οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.

18προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος·

19ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.

20καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.

 21καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἴδε ὧδε ὁ χριστός, Ἴδε ἐκεῖ, μὴ πιστεύετε·

22ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς·

23ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.

 24Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,

25καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.

 26καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης·

27καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.

 28Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·

29οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

30ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.

31ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

 32Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.

33βλέπετε ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν·

 34ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.

35γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,

36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας·

37ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.

13:2 13:2 Ἰησοῦς WH Treg NA28 ] + ἀποκριθεὶς RP #

13:2 • ὧδε WH Treg NA28 ] – RP #

13:2 • λίθον WH Treg NA28 ] λίθῷ RP#

13:3 3 ἐπηρώτα WH Treg NA28 ] ἐπηρώτων RP#

13:4 4 ταῦτα συντελεῖσθαι πάντα WH Treg NA28 ] πάντα ταῦτα συντελεῖσθαι RP#

13:5 5 ἤρξατο λέγειν αὐτοῖς WH Treg NA28 ] ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν RP#

13:6 6 πολλοὶ WH NA28 ] + γὰρ Treg RP#

13:7 7 ἀκούσητε WH NA28 RP ] ἀκούετε Treg #

13:7 • δεῖ WH NA28 ] + γὰρ Treg RP#

13:8 8 ἔσονται WH Treg NA28 ] καὶ ἔσονται RP #

13:8 • ἔσονται WH NA28 ] καὶ ἔσονται Treg RP #

13:8 • λιμοί WH Treg NA28 ] + καὶ ταραχαί RP #

13:8 • ἀρχὴ WH Treg NA28 ] ἀρχαὶ RP#

13:9 9 παραδώσουσιν WH NA28 ] + γὰρ Treg RP#

13:10 10 πρῶτον δεῖ WH Treg NA28 ] δεῖ πρῶτον RP#

13:11 11 καὶ ὅταν WH Treg NA28 ] Ὅταν δὲ RP #

13:11 • ἄγωσιν WH Treg NA28 ] ἀγάγωσιν RP #

13:11 • λαλήσητε WH Treg NA28 ] + μηδὲ μελετᾶτε RP#

13:12 12 καὶ παραδώσει WH Treg NA28 ] Παραδώσει δὲ RP#

13:14 14 ἑστηκότα WH Treg NA28 ] τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς RP#

13:15 15 ὁ WH NIV ] + δὲ Treg RP NA28 #

13:15 • καταβάτω WH NA28 ] + εἰς τὴν οἰκίαν Treg RP #

13:15 • τι ἆραι WH Treg ] ἆραί τι NA28 RP#

13:16 16 ἀγρὸν WH Treg NA28 ] + ὢν RP#

13:18 18 γένηται WH Treg NA28 ] + ἡ φυγὴ ὑμῶν RP#

13:19 19 ἣν WH Treg NA28 ] ἧς RP#

13:20 20 ἐκολόβωσεν κύριος WH NA28 ] κύριος ἐκολόβωσεν Treg RP#

13:21 21 καὶ WH Treg NA28 ] – RP #

13:21 • Ἴδε WH Treg NA28 ] Ἰδού RP #

13:21 • χριστός WH NA28 ] + ἢ Treg RP #

13:21 • Ἴδε WH Treg NA28 ] Ἰδού RP#

13:22 22 δυνατὸν WH NA28 ] + καὶ Treg RP#

13:23 23 προείρηκα WH Treg NA28 ] ἰδού προείρηκα RP#

13:25 25 ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες WH Treg NA28 ] τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες RP#

13:27 27 ἀγγέλους WH Treg NA28 ] + αὐτοῦ RP #

13:27 • ἐκλεκτοὺς Treg ] + αὐτοῦ WH NA28 RP#

13:28 28 ἤδη ὁ κλάδος αὐτῆς WH Treg NA28 ] αὐτῆς ἤδη ὁ κλάδος RP#

13:29 29 ἴδητε ταῦτα WH Treg NA28 ] ταῦτα ἴδητε RP#

13:30 30 ταῦτα πάντα WH Treg NA28 ] πάντα ταῦτα RP#

13:31 31 παρελεύσονται WH Treg NA28 ] παρελεύσεται RP #

13:31 • μὴ NA28 RP ] – WH Treg #

13:31 • παρελεύσονται WH Treg NA28 ] παρέλθωσιν RP#

13:32 32 τῆς WH Treg NA28 ] – RP #

13:32 • ἐν WH Treg NA28 ] οἱ ἐν RP#

13:33 33 ἀγρυπνεῖτε WH NA28 ] + καὶ προσεύχεσθε Treg RP#

13:34 34 ἑκάστῳ WH Treg NA28 ] καὶ ἑκάστῳ RP#

13:35 35 ἢ WH Treg NA28 ] – RP #

13:35 • μεσονύκτιον WH Treg NA28 ] μεσονυκτίου RP#

13:37 37 ὃ WH Treg NA28 ] Ἃ RP#


© 2026 - Comentarionista.
Todos os direitos reservados.
Sem fins lucrativos